Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.85 Joseph. AJ 3.88 (English) >>Joseph. AJ 3.93

3.87 ποτὸν ἐκ πέτρας ἀναβλύσας σπανίζουσι, διʼ ὃν Ἄδαμος τῶν ἀπὸ γῆς τε καρπῶν καὶ θαλάσσης μεταλαμβάνει, διʼ ὃν Νῶχος ἐκ τῆς ἐπομβρίας διέφυγε, διʼ ὃν Ἅβραμος ἡμέτερος πρόγονος ἐξ ἀλήτου τὴν Χαναναίαν κατέσχε γῆν, διʼ ὃν Ἴσακος γηραιοῖς ἐτέχθη γονεῦσι, διʼ ὃν Ἰάκωβος δώδεκα παίδων ἀρεταῖς ἐκοσμήθη, διʼ ὃν Ἰώσηπος ἐδεσπότευσε τῆς Αἰγυπτίων δυνάμεως, οὗτος ὑμῖν τούτους χαρίζεται τοὺς λόγους διʼ ἑρμηνέως ἐμοῦ. 3.88σεβάσμιοι δʼ ὑμῖν γενέσθωσαν καὶ παίδων περιμαχητότεροι καὶ γυναικῶν· εὐδαίμονα γὰρ διάξετε βίον τούτοις ἑπόμενοι καὶ γῆς ἀπολαύοντες καρπίμου καὶ θαλάσσης ἀχειμάστου καὶ τέκνων γονῆς κατὰ φύσιν τικτομένων καὶ πολεμίοις ἔσεσθε φοβεροί· τῷ θεῷ γὰρ εἰς ὄψιν ἐλθὼν ἀκροατὴς ἀφθάρτου φωνῆς ἐγενόμην· οὕτως ἐκείνῳ τοῦ γένους ἡμῶν καὶ τῆς τούτου μέλει διαμονῆς.” 3.89

Ταῦτʼ εἰπὼν προάγει τὸν λαὸν γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ὡς ἀκούσαιεν τοῦ θεοῦ διαλεγομένου πρὸς αὐτοὺς περὶ τῶν πρακτέων, ἵνα μὴ βλαβείη τῶν λεγομένων ἀρετὴ ὑπὸ ἀνθρωπίνης γλώττης ἀσθενῶς εἰς γνῶσιν αὐτοῖς παραδιδομένη. 3.90πάντες τε ἤκουον φωνῆς ὑψόθεν παραγενομένης εἰς ἅπαντας, ὡς διαφυγεῖν μηδένα καὶ λόγων οὓς Μωυσῆς ἐν ταῖς δύο πλαξὶ γεγραμμένους κατέλιπεν· οὓς οὐ θεμιτόν ἐστιν ἡμῖν λέγειν φανερῶς πρὸς λέξιν, τὰς δὲ δυνάμεις αὐτῶν δηλώσομεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.85 Joseph. AJ 3.88 (English) >>Joseph. AJ 3.93

Powered by PhiloLogic